грчки

20 Ἡ ἀποδημία ἡ ἐμὴ τὴν πόλιν ὑμῶν ἐστεφάνωσεν· ὅτι ἠγαπᾶτε καὶ πρὸ τούτου δῆλον, ἀλλ' οὐ πᾶσιν εὔδηλον, ὁ ἀγαπῶν (̣f. 391) ᾔδει μόνος, ὁ δὲ χωρισμὸς ἤλεγξεν τὴν ἀγάπην. Ἀεί ποτε ἐρχόμενοι ἐν τῇ Ἀσίᾳ ἀπήγγειλον ἡμῖν· ἀνῆψας τὴν πόλιν. Καίτοι ἡ ἀγάπη μαραίνεται τῷ χρόνῳ, ἡ δὲ ὑμετέρα ἀγάπη ηὐξήθη, οὐ λήθην ὑπέμεινεν, ἀλλὰ πλέον ἐπυρώθη. Ἀλλ' ἀξιῶ καὶ παρόντα με ὁμοίως φιλεῖν· οὗτός μου θησαυρός, οὗτός μου πλοῦτος, διὰ τοῦτο τὰς εὐχὰς τὰς ὑμετέρας ζητῶ· αἱ εὐχαὶ αἱ ὑμέτεραι τεῖχος ἐμοὶ καὶ ἀσφάλεια.

21 Μή μοι λέγε· ἐγὼ λαϊκός· πῶς εὔξομαι ὑπὲρ ἱερέως; Ἄκουε τῆς γραφῆς λεγούσης· «προσευχὴ δὲ ἦν ἐκτενὴς γινομένη ὑπὸ τῆς ἐκκλησίας» καὶ ἐλύθη τὰ δεσμὰ Πέτρου· Παύλου δὲ τὴν σιωπὴν ἔλυσεν εὐχή· λέοντας ἐχαλίνωσεν εὐχή· τὸ κῆτος ἐφίμωσεν εὐχή· παράδεισον ἤνοιξεν εὐχή· εὐχὴ οὐρανίου ἁψίδας ἀνεπέτασεν· εὐχὴ Κορνηλίου τοὺς οὐρανοὺς διεπέτασεν· εὐχὴ τὸν τελώνην δίκαιον εἰργάσατο.

22 Ταύτην αἰτοῦμαι παρ' ὑμῶν τὴν ἀσφάλειαν, ὑπὲρ ταύτης χάριν αἰτῶ, ἵνα ὁ Θεὸς τὰς εὐχὰς τὰς ὑμετέρας δεξάμενος καὶ τῶν παρόντων καὶ τῶν μελλόντων ἀγαθῶν τὴν ἀφθονίαν ὑμῖν χαρίσηται ἐν Χριστῷ Ἰησοῦ, ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας. Ἀμήν